Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οὐκ εἶδον οὕτως ἄνδρʼ ἄγροικον οὐδένα
  2. οὐδʼ ἄπορον οὐδὲ σκαιὸν οὐδʼ ἐπιλήσμονα·
  3. ὅστις σκαλαθυρμάτιʼ ἄττα μικρὰ μανθάνων
  4. ταῦτʼ ἐπιλέλησται πρὶν μαθεῖν· ὅμως γε μὴν
  5. αὐτὸν καλῶ θύραζε δευρὶ πρὸς τὸ φῶς.
  6. ποῦ Στρεψιάδης; ἔξει τὸν ἀσκάντην λαβών;
Στρεψιάδης
  1. ἀλλʼ οὐκ ἐῶσί μʼ ἐξενεγκεῖν οἱ κόρεις.
Σωκράτης
  1. ἀνύσας τι κατάθου καὶ πρόσεχε τὸν νοῦν.
Στρεψιάδης
  1. ἰδού.
Σωκράτης
  1. ἄγε δὴ τί βούλει πρῶτα νυνὶ μανθάνειν
  2. ὧν οὐκ ἐδιδάχθης πώποτʼ οὐδέν; εἰπέ μοι.
  3. πότερα περὶ μέτρων ἢ περὶ ἐπῶν ἢ ῥυθμῶν;
Στρεψιάδης
  1. περὶ τῶν μέτρων ἔγωγʼ· ἔναγχος γάρ ποτε
  2. ὑπʼ ἀλφιταμοιβοῦ παρεκόπην διχοινίκῳ.
Σωκράτης
  1. οὐ τοῦτʼ ἐρωτῶ σʼ, ἀλλʼ ὅ τι κάλλιστον μέτρον
  2. ἡγεῖ· πότερα τὸ τρίμετρον ἢ τὸ τετράμετρον;
Στρεψιάδης
  1. ἐγὼ μὲν οὐδὲν πρότερον ἡμιεκτέου.
Σωκράτης
  1. οὐδὲν λέγεις ὦνθρωπε.
Στρεψιάδης
  1. περίδου νυν ἐμοί,