Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- Αἰθέρα σεμνότατον βιοθρέμμονα πάντων·
- τόν θʼ ἱππονώμαν, ὃς ὑπερλάμπροις
- ἀκτῖσιν κατέχει
- γῆς πέδον μέγας ἐν θεοῖς
- ἐν θνητοῖσί τε δαίμων.
- ὦ σοφώτατοι θεαταὶ δεῦρο τὸν νοῦν προσέχετε.
- ἠδικημέναι γὰρ ὑμῖν μεμφόμεσθʼ ἐναντίον·
- πλεῖστα γὰρ θεῶν ἁπάντων ὠφελούσαις τὴν πόλιν,
- δαιμόνων ἡμῖν μόναις οὐ θύετʼ οὐδὲ σπένδετε,
- αἵτινες τηροῦμεν ὑμᾶς. ἢν γὰρ ᾖ τις ἔξοδος
- μηδενὶ ξὺν νῷ, τότʼ ἢ βροντῶμεν ἢ ψακάζομεν.
- εἶτα τὸν θεοῖσιν ἐχθρὸν βυρσοδέψην Παφλαγόνα
- ἡνίχʼ ᾑρεῖσθε στρατηγόν, τὰς ὀφρῦς συνήγομεν
- κἀποιοῦμεν δεινά, βροντὴ δʼ ἐρράγη διʼ ἀστραπῆς·
- ἡ σελήνη δʼ ἐξέλειπε τὰς ὁδούς, ὁ δʼ ἥλιος
- τὴν θρυαλλίδʼ εἰς ἑαυτὸν εὐθέως ξυνελκύσας
- οὐ φανεῖν ἔφασκεν ὑμῖν, εἰ στρατηγήσει Κλέων.
- ἀλλʼ ὅμως εἵλεσθε τοῦτον. φασὶ γὰρ δυσβουλίαν
- τῇδε τῇ πόλει προσεῖναι, ταῦτα μέντοι τοὺς θεοὺς