Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. σὺ δʼ οὖν κάθευδε· τὰ δὲ χρέα ταῦτʼ ἴσθʼ ὅτι
  2. ἐς τὴν κεφαλὴν ἅπαντα τὴν σὴν τρέψεται.
  3. φεῦ.
  4. εἴθʼ ὤφελʼ ἡ προμνήστριʼ ἀπολέσθαι κακῶς,
  5. ἥτις με γῆμʼ ἐπῆρε τὴν σὴν μητέρα·
  6. ἐμοὶ γὰρ ἦν ἄγροικος ἥδιστος βίος
  7. εὐρωτιῶν, ἀκόρητος, εἰκῇ κείμενος,
  8. βρύων μελίτταις καὶ προβάτοις καὶ στεμφύλοις.
  9. ἔπειτʼ ἔγημα Μεγακλέους τοῦ Μεγακλέους
  10. ἀδελφιδῆν ἄγροικος ὢν ἐξ ἄστεως,
  11. σεμνὴν τρυφῶσαν ἐγκεκοισυρωμένην.
  12. ταύτην ὅτʼ ἐγάμουν, συγκατεκλινόμην ἐγὼ
  13. ὄζων τρυγὸς τρασιᾶς ἐρίων περιουσίας,
  14. ἡ δʼ αὖ μύρου κρόκου καταγλωττισμάτων,
  15. δαπάνης λαφυγμοῦ Κωλιάδος Γενετυλλίδος.
  16. οὐ μὴν ἐρῶ γʼ ὡς ἀργὸς ἦν, ἀλλʼ ἐσπάθα.
  17. ἐγὼ δʼ ἂν αὐτῇ θοἰμάτιον δεικνὺς τοδὶ
  18. πρόφασιν ἔφασκον, ὦ γύναι λίαν σπαθᾷς.
Θεράπων
  1. ἔλαιον ἡμῖν οὐκ ἔνεστʼ ἐν τῷ λύχνῳ.
Στρεψιάδης
  1. οἴμοι· τί γάρ μοι τὸν πότην ἧπτες λύχνον;