Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. εὐτυχία γένοιτο τἀνθρώπῳ,
  2. ὅτι προήκων
  3. ἐς βαθὺ τῆς ἡλικίας
  4. νεωτέροις τὴν φύσιν αὑτοῦ
  5. πράγμασιν χρωτίζεται
  6. καὶ σοφίαν ἐπασκεῖ.
Χορός
  1. ὦ θεώμενοι κατερῶ πρὸς ὑμᾶς ἐλευθέρως
  2. τἀληθῆ νὴ τὸν Διόνυσον τὸν ἐκθρέψαντά με.
  3. οὕτω νικήσαιμί τʼ ἐγὼ καὶ νομιζοίμην σοφός,
  4. ὡς ὑμᾶς ἡγούμενος εἶναι θεατὰς δεξιοὺς
  5. καὶ ταύτην σοφώτατʼ ἔχειν τῶν ἐμῶν κωμῳδιῶν,
  6. πρώτους ἠξίωσʼ ἀναγεῦσʼ ὑμᾶς, ἣ παρέσχε μοι
  7. ἔργον πλεῖστον· εἶτʼ ἀνεχώρουν ὑπʼ ἀνδρῶν φορτικῶν
  8. ἡττηθεὶς οὐκ ἄξιος ὤν· ταῦτʼ οὖν ὑμῖν μέμφομαι
  9. τοῖς σοφοῖς, ὧν οὕνεκʼ ἐγὼ ταῦτʼ ἐπραγματευόμην.
  10. ἀλλʼ οὐδʼ ὣς ὑμῶν ποθʼ ἑκὼν προδώσω τοὺς δεξιούς.
  11. ἐξ ὅτου γὰρ ἐνθάδʼ ὑπʼ ἀνδρῶν, οἷς ἡδὺ καὶ λέγειν,
  12. ὁ σώφρων τε χὠ καταπύγων ἄριστʼ ἠκουσάτην,
  13. κἀγώ, παρθένος γὰρ ἔτʼ ἦν, κοὐκ ἐξῆν πώ μοι τεκεῖν,