Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἐξέθηκα, παῖς δʼ ἑτέρα τις λαβοῦσʼ ἀνείλετο,
- ὑμεῖς δʼ ἐξεθρέψατε γενναίως κἀπαιδεύσατε·
- ἐκ τούτου μοι πιστὰ παρʼ ὑμῖν γνώμης ἔσθʼ ὅρκια.
- νῦν οὖν Ἠλέκτραν κατʼ ἐκείνην ἥδʼ ἡ κωμῳδία
- ζητοῦσʼ ἦλθʼ, ἤν που ʼπιτύχῃ θεαταῖς οὕτω σοφοῖς·
- γνώσεται γάρ, ἤνπερ ἴδῃ, τἀδελφοῦ τὸν βόστρυχον.
- ὡς δὲ σώφρων ἐστὶ φύσει σκέψασθʼ· ἥτις πρῶτα μὲν
- οὐδὲν ἦλθε ῥαψαμένη σκυτίον καθειμένον
- ἐρυθρὸν ἐξ ἄκρου παχύ, τοῖς παιδίοις ἵνʼ ᾖ γέλως·
- οὐδʼ ἔσκωψε τοὺς φαλακρούς, οὐδὲ κόρδαχʼ εἵλκυσεν,
- οὐδὲ πρεσβύτης ὁ λέγων τἄπη τῇ βακτηρίᾳ
- τύπτει τὸν παρόντʼ ἀφανίζων πονηρὰ σκώμματα,
- οὐδʼ εἰσῇξε δᾷδας ἔχουσʼ, οὐδʼ ἰοὺ ἰοὺ βοᾷ,
- ἀλλʼ αὑτῇ καὶ τοῖς ἔπεσιν πιστεύουσʼ ἐλήλυθεν.
- κἀγὼ μὲν τοιοῦτος ἀνὴρ ὢν ποιητὴς οὐ κομῶ,
- οὐδʼ ὑμᾶς ζητῶ ʼξαπατᾶν δὶς καὶ τρὶς ταὔτʼ εἰσάγων,
- ἀλλʼ ἀεὶ καινὰς ἰδέας ἐσφέρων σοφίζομαι,
- οὐδὲν ἀλλήλαισιν ὁμοίας καὶ πάσας δεξιάς·
- ὃς μέγιστον ὄντα Κλέωνʼ ἔπαισʼ ἐς τὴν γαστέρα,