Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἴθι νυν κατάθου θοἰμάτιον.
Στρεψιάδης
  1. ἠδίκηκά τι,
Σωκράτης
  1. οὔκ, ἀλλὰ γυμνοὺς εἰσιέναι νομίζεται.
Στρεψιάδης
  1. ἀλλʼ οὐχὶ φωράσων ἔγωγʼ εἰσέρχομαι.
Σωκράτης
  1. κατάθου. τί ληρεῖς;
Στρεψιάδης
  1. εἰπὲ δή νύν μοι·
Σωκράτης
  1. τὸ τί;
Στρεψιάδης
  1. ἢν ἐπιμελὴς ὦ καὶ προθύμως μανθάνω,
  2. τῷ τῶν μαθητῶν ἐμφερὴς γενήσομαι;
Σωκράτης
  1. οὐδὲν διοίσεις Χαιρεφῶντος τὴν φύσιν.
Στρεψιάδης
  1. οἴμοι κακοδαίμων ἡμιθνὴς γενήσομαι.
Σωκράτης
  1. οὐ μὴ λαλήσεις, ἀλλʼ ἀκολουθήσεις ἐμοὶ
  2. ἀνύσας τι δευρὶ θᾶττον;
Στρεψιάδης
  1. ἐς τὼ χεῖρέ νυν
  2. δός μοι μελιτοῦτταν πρότερον· ὡς δέδοικʼ ἐγὼ
  3. εἴσω καταβαίνων ὥσπερ ἐς Τροφωνίου.
Σωκράτης
  1. χώρει· τί κυπτάζεις ἔχων περὶ τὴν θύραν;
Χορός
  1. ἀλλʼ ἴθι χαίρων τῆς ἀνδρείας
  2. οὕνεκα ταύτης.