Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τί δέ; τειχομαχεῖν μοι διανοεῖ πρὸς τῶν θεῶν;
Σωκράτης
  1. οὔκ, ἀλλὰ βραχέα σου πυθέσθαι βούλομαι.
  2. ἦ μνημονικὸς εἶ;
Στρεψιάδης
  1. δύο τρόπω νὴ τὸν Δία·
  2. ἢν μὲν γὰρ ὀφείληταί τί μοι, μνήμων πάνυ·
  3. ἐὰν δʼ ὀφείλω, σχέτλιος, ἐπιλήσμων πάνυ.
Σωκράτης
  1. ἔνεστι δῆτα μανθάνειν ἐν τῇ φύσει;
Στρεψιάδης
  1. λέγειν μὲν οὐκ ἔνεστʼ, ἀποστερεῖν δʼ ἔνι.
Σωκράτης
  1. πῶς οὖν δυνήσει μανθάνειν;
Στρεψιάδης
  1. ἀμέλει καλῶς.
Σωκράτης
  1. ἄγε νυν ὅπως, ὅταν τι προβάλλω σοι σοφὸν
  2. περὶ τῶν μετεώρων, εὐθέως ὑφαρπάσει.
Στρεψιάδης
  1. τί δαί; κυνηδὸν τὴν σοφίαν σιτήσομαι;
Σωκράτης
  1. ἄνθρωπος ἀμαθὴς οὑτοσὶ καὶ βάρβαρος.
  2. δέδοικά σʼ ὦ πρεσβῦτα μὴ πληγῶν δέει.
  3. φέρʼ ἴδω τί δρᾷς, ἤν τίς σε τύπτῃ;
Στρεψιάδης
  1. τύπτομαι,
  2. ἔπειτʼ ἐπισχὼν ὀλίγον ἐπιμαρτύρομαι,
  3. εἶτʼ αὖθις ἀκαρῆ διαλιπὼν δικάζομαι.