Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τοῖς φροντισταῖς παραθέντων.
- λῆμα μὲν πάρεστι τῷδέ γʼ
- οὐκ ἄτολμον ἀλλʼ ἕτοιμον. ἴσθι δʼ ὡς
- ταῦτα μαθὼν παρʼ ἐμοῦ κλέος οὐρανόμηκες
- ἐν βροτοῖσιν ἕξεις.
- τί πείσομαι;
- τὸν πάντα χρόνον μετʼ ἐμοῦ
- ζηλωτότατον βίον ἀνθρώπων διάξεις.
- ἆρά γε τοῦτʼ ἄρʼ ἐγώ ποτʼ
- ὄψομαι;
- ὥστε γέ σου πολλοὺς ἐπὶ ταῖσι θύραις ἀεὶ καθῆσθαι,
- βουλομένους ἀνακοινοῦσθαί τε καὶ ἐς λόγον ἐλθεῖν
- πράγματα κἀντιγραφὰς πολλῶν ταλάντων,
- ἄξια σῇ φρενὶ συμβουλευσομένους μετὰ σοῦ.
- ἀλλʼ ἐγχείρει τὸν πρεσβύτην ὅ τι περ μέλλεις προδιδάσκειν,
- καὶ διακίνει τὸν νοῦν αὐτοῦ καὶ τῆς γνώμης ἀποπειρῶ.
- ἄγε δὴ κάτειπέ μοι σὺ τὸν σαυτοῦ τρόπον,
- ἵνʼ αὐτὸν εἰδὼς ὅστις ἐστὶ μηχανὰς
- ἤδη ʼπὶ τούτοις πρὸς σὲ καινὰς προσφέρω.