Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τοῖς φροντισταῖς παραθέντων.
Χορός
  1. λῆμα μὲν πάρεστι τῷδέ γʼ
  2. οὐκ ἄτολμον ἀλλʼ ἕτοιμον. ἴσθι δʼ ὡς
  3. ταῦτα μαθὼν παρʼ ἐμοῦ κλέος οὐρανόμηκες
  4. ἐν βροτοῖσιν ἕξεις.
Στρεψιάδης
  1. τί πείσομαι;
Χορός
  1. τὸν πάντα χρόνον μετʼ ἐμοῦ
  2. ζηλωτότατον βίον ἀνθρώπων διάξεις.
Στρεψιάδης
  1. ἆρά γε τοῦτʼ ἄρʼ ἐγώ ποτʼ
  2. ὄψομαι;
Χορός
  1. ὥστε γέ σου πολλοὺς ἐπὶ ταῖσι θύραις ἀεὶ καθῆσθαι,
  2. βουλομένους ἀνακοινοῦσθαί τε καὶ ἐς λόγον ἐλθεῖν
  3. πράγματα κἀντιγραφὰς πολλῶν ταλάντων,
  4. ἄξια σῇ φρενὶ συμβουλευσομένους μετὰ σοῦ.
Χορός
  1. ἀλλʼ ἐγχείρει τὸν πρεσβύτην ὅ τι περ μέλλεις προδιδάσκειν,
  2. καὶ διακίνει τὸν νοῦν αὐτοῦ καὶ τῆς γνώμης ἀποπειρῶ.
Σωκράτης
  1. ἄγε δὴ κάτειπέ μοι σὺ τὸν σαυτοῦ τρόπον,
  2. ἵνʼ αὐτὸν εἰδὼς ὅστις ἐστὶ μηχανὰς
  3. ἤδη ʼπὶ τούτοις πρὸς σὲ καινὰς προσφέρω.
Στρεψιάδης
  1. τί δέ; τειχομαχεῖν μοι διανοεῖ πρὸς τῶν θεῶν;