Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- οὔκ, ἀλλὰ βραχέα σου πυθέσθαι βούλομαι.
- ἦ μνημονικὸς εἶ;
- δύο τρόπω νὴ τὸν Δία·
- ἢν μὲν γὰρ ὀφείληταί τί μοι, μνήμων πάνυ·
- ἐὰν δʼ ὀφείλω, σχέτλιος, ἐπιλήσμων πάνυ.
- ἔνεστι δῆτα μανθάνειν ἐν τῇ φύσει;
- λέγειν μὲν οὐκ ἔνεστʼ, ἀποστερεῖν δʼ ἔνι.
- πῶς οὖν δυνήσει μανθάνειν;
- ἀμέλει καλῶς.
- ἄγε νυν ὅπως, ὅταν τι προβάλλω σοι σοφὸν
- περὶ τῶν μετεώρων, εὐθέως ὑφαρπάσει.
- τί δαί; κυνηδὸν τὴν σοφίαν σιτήσομαι;
- ἄνθρωπος ἀμαθὴς οὑτοσὶ καὶ βάρβαρος.
- δέδοικά σʼ ὦ πρεσβῦτα μὴ πληγῶν δέει.
- φέρʼ ἴδω τί δρᾷς, ἤν τίς σε τύπτῃ;
- τύπτομαι,
- ἔπειτʼ ἐπισχὼν ὀλίγον ἐπιμαρτύρομαι,
- εἶτʼ αὖθις ἀκαρῆ διαλιπὼν δικάζομαι.
- ἴθι νυν κατάθου θοἰμάτιον.
- ἠδίκηκά τι,