Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀλλὰ σεαυτὸν θαρρῶν παράδος τοῖς ἡμετέροις προπόλοισιν.
- δράσω ταῦθʼ ὑμῖν πιστεύσας· ἡ γὰρ ἀνάγκη με πιέζει
- διὰ τοὺς ἵππους τοὺς κοππατίας καὶ τὸν γάμον ὅς μʼ ἐπέτριψεν.
- νῦν οὖν ἀτεχνῶς ὅ τι βούλονται
- τουτὶ τοὐμὸν σῶμʼ αὐτοῖσιν
- παρέχω, τύπτειν πεινῆν διψῆν
- αὐχμεῖν ῥιγῶν ἀσκὸν δείρειν,
- εἴπερ τὰ χρέα διαφευξοῦμαι,
- τοῖς τʼ ἀνθρώποις εἶναι δόξω
- θρασὺς εὔγλωττος τολμηρὸς ἴτης
- βδελυρὸς ψευδῶν συγκολλητὴς
- εὑρησιεπὴς περίτριμμα δικῶν
- κύρβις κρόταλον κίναδος τρύμη
- μάσθλης εἴρων γλοιὸς ἀλαζὼν
- κέντρων μιαρὸς στρόφις ἀργαλέος
- ματιολοιχός·
- ταῦτʼ εἴ με καλοῦσʼ ἁπαντῶντες,
- δρώντων ἀτεχνῶς ὅ τι χρῄζουσιν,
- κεἰ βούλονται
- νὴ τὴν Δήμητρʼ ἔκ μου χορδὴν