Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. μήτε ῥιγῶν ἄχθει λίαν μήτʼ ἀριστᾶν ἐπιθυμεῖς,
  2. οἴνου τʼ ἀπέχει καὶ γυμνασίων καὶ τῶν ἄλλων ἀνοήτων,
  3. καὶ βέλτιστον τοῦτο νομίζεις, ὅπερ εἰκὸς δεξιὸν ἄνδρα,
  4. νικᾶν πράττων καὶ βουλεύων καὶ τῇ γλώττῃ πολεμίζων.
Στρεψιάδης
  1. ἀλλʼ οὕνεκά γε ψυχῆς στερρᾶς δυσκολοκοίτου τε μερίμνης
  2. καὶ φειδωλοῦ καὶ τρυσιβίου γαστρὸς καὶ θυμβρεπιδείπνου,
  3. ἀμέλει θαρρῶν οὕνεκα τούτων ἐπιχαλκεύειν παρέχοιμʼ ἄν.
Σωκράτης
  1. ἄλλο τι δῆτʼ οὖν νομιεῖς ἤδη θεὸν οὐδένα πλὴν ἅπερ ἡμεῖς,
  2. τὸ Χάος τουτὶ καὶ τὰς Νεφέλας καὶ τὴν γλῶτταν, τρία ταυτί;
Στρεψιάδης
  1. οὐδʼ ἂν διαλεχθείην γʼ ἀτεχνῶς τοῖς ἄλλοις οὐδʼ ἂν ἀπαντῶν·
  2. οὐδʼ ἂν θύσαιμʼ, οὐδʼ ἂν σπείσαιμʼ, οὐδʼ ἐπιθείην λιβανωτόν.
Χορός
  1. λέγε νυν ἡμῖν ὅ τι σοι δρῶμεν θαρρῶν, ὡς οὐκ ἀτυχήσεις
  2. ἡμᾶς τιμῶν καὶ θαυμάζων καὶ ζητῶν δεξιὸς εἶναι.
Στρεψιάδης
  1. ὦ δέσποιναι δέομαι τοίνυν ὑμῶν τουτὶ πάνυ μικρόν,
  2. τῶν Ἑλλήνων εἶναί με λέγειν ἑκατὸν σταδίοισιν ἄριστον.
Χορός
  1. ἀλλʼ ἔσται σοι τοῦτο παρʼ ἡμῶν· ὥστε τὸ λοιπόν γʼ ἀπὸ τουδὶ
  2. ἐν τῷ δήμῳ γνώμας οὐδεὶς νικήσει πλείονας ἢ σύ.
Στρεψιάδης
  1. μὴ ʼμοί γε λέγειν γνώμας μεγάλας· οὐ γὰρ τούτων ἐπιθυμῶ,
  2. ἀλλʼ ὅσʼ ἐμαυτῷ στρεψοδικῆσαι καὶ τοὺς χρήστας διολισθεῖν.
Χορός
  1. τεύξει τοίνυν ὧν ἱμείρεις· οὐ γὰρ μεγάλων ἐπιθυμεῖς.