Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὁπόσοις ὀφείλω καὶ λογίσωμαι τοὺς τόκους.
  2. φέρʼ ἴδω τί ὀφείλω; δώδεκα μνᾶς Πασίᾳ.
  3. τοῦ δώδεκα μνᾶς Πασίᾳ; τί ἐχρησάμην;
  4. ὅτʼ ἐπριάμην τὸν κοππατίαν. οἴμοι τάλας,
  5. εἴθʼ ἐξεκόπην πρότερον τὸν ὀφθαλμὸν λίθῳ.
Φειδιππίδης
  1. Φίλων ἀδικεῖς· ἔλαυνε τὸν σαυτοῦ δρόμον.
Στρεψιάδης
  1. τοῦτʼ ἔστι τουτὶ τὸ κακὸν ὅ μʼ ἀπολώλεκεν·
  2. ὀνειροπολεῖ γὰρ καὶ καθεύδων ἱππικήν.
Φειδιππίδης
  1. πόσους δρόμους ἐλᾷ τὰ πολεμιστήρια;
Στρεψιάδης
  1. ἐμὲ μὲν σὺ πολλοὺς τὸν πατέρʼ ἐλαύνεις δρόμους.
  2. ἀτὰρ τί χρέος ἔβα με μετὰ τὸν Πασίαν;
  3. τρεῖς μναῖ διφρίσκου καὶ τροχοῖν Ἀμυνίᾳ.
Φειδιππίδης
  1. ἄπαγε τὸν ἵππον ἐξαλίσας οἴκαδε.
Στρεψιάδης
  1. ἀλλʼ ὦ μέλʼ ἐξήλικας ἐμέ γʼ ἐκ τῶν ἐμῶν,
  2. ὅτε καὶ δίκας ὤφληκα χἄτεροι τόκου
  3. ἐνεχυράσεσθαί φασιν.
Φειδιππίδης
  1. ἐτεὸν ὦ πάτερ
  2. τί δυσκολαίνεις καὶ στρέφει τὴν νύχθʼ ὅλην;
Στρεψιάδης
  1. δάκνει μὲ δήμαρχός τις ἐκ τῶν στρωμάτων.
Φειδιππίδης
  1. ἔασον ὦ δαιμόνιε καταδαρθεῖν τί με.