Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οὐ γὰρ ἂν ἄλλῳ γʼ ὑπακούσαιμεν τῶν νῦν μετεωροσοφιστῶν
  2. πλὴν ἢ Προδίκῳ, τῷ μὲν σοφίας καὶ γνώμης οὕνεκα, σοὶ δέ,
  3. ὅτι βρενθύει τʼ ἐν ταῖσιν ὁδοῖς καὶ τὠφθαλμὼ παραβάλλεις,
  4. κἀνυπόδητος κακὰ πόλλʼ ἀνέχει κἀφʼ ἡμῖν σεμνοπροσωπεῖς.
Στρεψιάδης
  1. ὦ γῆ τοῦ φθέγματος, ὡς ἱερὸν καὶ σεμνὸν καὶ τερατῶδες.
Σωκράτης
  1. αὗται γάρ τοι μόναι εἰσὶ θεαί, τἄλλα δὲ πάντʼ ἐστὶ φλύαρος.
Στρεψιάδης
  1. ὁ Ζεὺς δʼ ἡμῖν, φέρε πρὸς τῆς γῆς, οὑλύμπιος οὐ θεός ἐστιν;
Σωκράτης
  1. ποῖος Ζεύς; οὐ μὴ ληρήσεις· οὐδʼ ἔστι Ζεύς.
Στρεψιάδης
  1. τί λέγεις σύ;
  2. ἀλλὰ τίς ὕει; τουτὶ γὰρ ἔμοιγʼ ἀπόφηναι πρῶτον ἁπάντων.
Σωκράτης
  1. αὗται δήπου· μεγάλοις δέ σʼ ἐγὼ σημείοις αὐτὸ διδάξω.
  2. φέρε ποῦ γὰρ πώποτʼ ἄνευ Νεφελῶν ὕοντʼ ἤδη τεθέασαι;
  3. καίτοι χρῆν αἰθρίας ὕειν αὐτόν, ταύτας δʼ ἀποδημεῖν.
Στρεψιάδης
  1. νὴ τὸν Ἀπόλλω τοῦτό γέ τοι δὴ τῷ νῦν λόγῳ εὖ προσέφυσας·
  2. καίτοι πρότερον τὸν Δίʼ ἀληθῶς ᾤμην διὰ κοσκίνου οὐρεῖν.
  3. ἀλλʼ ὅστις ὁ βροντῶν ἐστι φράσον· τοῦτό με ποιεῖ τετρεμαίνειν.
Σωκράτης
  1. αὗται βροντῶσι κυλινδόμεναι.
Στρεψιάδης
  1. τῷ τρόπῳ ὦ πάντα σὺ τολμῶν;
Σωκράτης
  1. ὅταν ἐμπλησθῶσʼ ὕδατος πολλοῦ κἀναγκασθῶσι φέρεσθαι,
  2. κατακρημνάμεναι πλήρεις ὄμβρου διʼ ἀνάγκην, εἶτα βαρεῖαι