Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. φέρε ποῖαι γάρ τινές εἰσιν;
Στρεψιάδης
  1. οὐκ οἶδα σαφῶς· εἴξασιν γοῦν ἐρίοισιν πεπταμένοισιν,
  2. κοὐχὶ γυναιξὶν μὰ Δίʼ οὐδʼ ὁτιοῦν· αὗται δὲ ῥῖνας ἔχουσιν.
Σωκράτης
  1. ἀπόκριναί νυν ἅττʼ ἂν ἔρωμαι.
Στρεψιάδης
  1. λέγε νυν ταχέως ὅ τι βούλει.
Σωκράτης
  1. ἤδη ποτʼ ἀναβλέψας εἶδες νεφέλην κενταύρῳ ὁμοίαν,
  2. ἢ παρδάλει ἢ λύκῳ ἢ ταύρῳ;
Στρεψιάδης
  1. νὴ Δίʼ ἔγωγʼ. εἶτα τί τοῦτο;
Σωκράτης
  1. γίγνονται πάνθʼ ὅ τι βούλονται· κᾆτʼ ἢν μὲν ἴδωσι κομήτην
  2. ἄγριόν τινα τῶν λασίων τούτων, οἷόνπερ τὸν Ξενοφάντου,
  3. σκώπτουσαι τὴν μανίαν αὐτοῦ κενταύροις ᾔκασαν αὑτάς.
Στρεψιάδης
  1. τί γὰρ ἢν ἅρπαγα τῶν δημοσίων κατίδωσι Σίμωνα, τί δρῶσιν;
Σωκράτης
  1. ἀποφαίνουσαι τὴν φύσιν αὐτοῦ λύκοι ἐξαίφνης ἐγένοντο.
Στρεψιάδης
  1. ταῦτʼ ἄρα ταῦτα Κλεώνυμον αὗται τὸν ῥίψασπιν χθὲς ἰδοῦσαι,
  2. ὅτι δειλότατον τοῦτον ἑώρων, ἔλαφοι διὰ τοῦτʼ ἐγένοντο.
Σωκράτης
  1. καὶ νῦν γʼ ὅτι Κλεισθένη εἶδον, ὁρᾷς, διὰ τοῦτʼ ἐγένοντο γυναῖκες.
Στρεψιάδης
  1. χαίρετε τοίνυν ὦ δέσποιναι· καὶ νῦν, εἴπερ τινὶ κἄλλῳ,
  2. οὐρανομήκη ῥήξατε κἀμοὶ φωνήν, ὦ παμβασίλειαι.
Χορός
  1. χαῖρʼ ὦ πρεσβῦτα παλαιογενὲς θηρατὰ λόγων φιλομούσων,
  2. σύ τε λεπτοτάτων λήρων ἱερεῦ, φράζε πρὸς ἡμᾶς ὅ τι χρῄζεις·