Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. εἰς ἀλλήλας ἐμπίπτουσαι ῥήγνυνται καὶ παταγοῦσιν.
Στρεψιάδης
  1. ὁ δʼ ἀναγκάζων ἐστὶ τίς αὐτάς, οὐχ ὁ Ζεύς, ὥστε φέρεσθαι;
Σωκράτης
  1. ἥκιστʼ ἀλλʼ αἰθέριος Δῖνος.
Στρεψιάδης
  1. Δῖνος; τουτί μʼ ἐλελήθειν,
  2. ὁ Ζεὺς οὐκ ὤν, ἀλλʼ ἀντʼ αὐτοῦ Δῖνος νυνὶ βασιλεύων.
  3. ἀτὰρ οὐδέν πω περὶ τοῦ πατάγου καὶ τῆς βροντῆς μʼ ἐδίδαξας.
Σωκράτης
  1. οὐκ ἤκουσάς μου τὰς Νεφέλας ὕδατος μεστὰς ὅτι φημὶ
  2. ἐμπιπτούσας εἰς ἀλλήλας παταγεῖν διὰ τὴν πυκνότητα;
Στρεψιάδης
  1. φέρε τουτὶ τῷ χρὴ πιστεύειν;
Σωκράτης
  1. ἀπὸ σαυτοῦ ʼγώ σε διδάξω.
  2. ἤδη ζωμοῦ Παναθηναίοις ἐμπλησθεὶς εἶτʼ ἐταράχθης
  3. τὴν γαστέρα, καὶ κλόνος ἐξαίφνης αὐτὴν διεκορκορύγησεν;
Στρεψιάδης
  1. νὴ τὸν Ἀπόλλω καὶ δεινὰ ποιεῖ γʼ εὐθύς μοι, καὶ τετάρακται
  2. χὤσπερ βροντὴ τὸ ζωμίδιον παταγεῖ καὶ δεινὰ κέκραγεν·
  3. ἀτρέμας πρῶτον παππὰξ παππάξ, κἄπειτʼ ἐπάγει παπαπαππάξ,
  4. χὤταν χέζω, κομιδῇ βροντᾷ παπαπαππὰξ ὥσπερ ἐκεῖναι.
Σωκράτης
  1. σκέψαι τοίνυν ἀπὸ γαστριδίου τυννουτουὶ οἷα πέπορδας·
  2. τὸν δʼ Ἀέρα τόνδʼ ὄντʼ ἀπέραντον πῶς οὐκ εἰκὸς μέγα βροντᾶν;
Στρεψιάδης
  1. ταῦτʼ ἄρα καὶ τὠνόματʼ ἀλλήλοιν βροντὴ καὶ πορδὴ ὁμοίω.
  2. ἀλλʼ ὁ κεραυνὸς πόθεν αὖ φέρεται λάμπων πυρί, τοῦτο δίδαξον,