Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. αἵπερ γνώμην καὶ διάλεξιν καὶ νοῦν ἡμῖν παρέχουσιν
  2. καὶ τερατείαν καὶ περίλεξιν καὶ κροῦσιν καὶ κατάληψιν.
Στρεψιάδης
  1. ταῦτʼ ἄρʼ ἀκούσασʼ αὐτῶν τὸ φθέγμʼ ἡ ψυχή μου πεπότηται,
  2. καὶ λεπτολογεῖν ἤδη ζητεῖ καὶ περὶ καπνοῦ στενολεσχεῖν,
  3. καὶ γνωμιδίῳ γνώμην νύξασʼ ἑτέρῳ λόγῳ ἀντιλογῆσαι·
  4. ὥστʼ εἴ πως ἔστιν ἰδεῖν αὐτὰς ἤδη φανερῶς ἐπιθυμῶ.
Σωκράτης
  1. βλέπε νυν δευρὶ πρὸς τὴν Πάρνηθʼ· ἤδη γὰρ ὁρῶ κατιούσας
  2. ἡσυχῇ αὐτάς.
Στρεψιάδης
  1. φέρε ποῦ; δεῖξον.
Σωκράτης
  1. χωροῦσʼ αὗται πάνυ πολλαὶ
  2. διὰ τῶν κοίλων καὶ τῶν δασέων, αὗται πλάγιαι.
Στρεψιάδης
  1. τί τὸ χρῆμα;
  2. ὡς οὐ καθορῶ.
Σωκράτης
  1. παρὰ τὴν εἴσοδον.
Στρεψιάδης
  1. ἤδη νυνὶ μόλις οὕτως.
Σωκράτης
  1. νῦν γέ τοι ἤδη καθορᾷς αὐτάς, εἰ μὴ λημᾷς κολοκύνταις.
Στρεψιάδης
  1. νὴ Δίʼ ἔγωγʼ, ὦ πολυτίμητοι· πάντα γὰρ ἤδη κατέχουσιν.
Σωκράτης
  1. ταύτας μέντοι σὺ θεὰς οὔσας οὐκ ᾔδησθʼ οὐδʼ ἐνόμιζες;
Στρεψιάδης
  1. μὰ Δίʼ ἀλλʼ ὁμίχλην καὶ δρόσον αὐτὰς ἡγούμην καὶ καπνὸν εἶναι.