Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οὐ μὴ σκώψει μηδὲ ποιήσεις ἅπερ οἱ τρυγοδαίμονες οὗτοι,
  2. ἀλλʼ εὐφήμει· μέγα γάρ τι θεῶν κινεῖται σμῆνος ἀοιδαῖς.
Χορός
  1. παρθένοι ὀμβροφόροι
  2. ἔλθωμεν λιπαρὰν χθόνα Παλλάδος, εὔανδρον γᾶν
  3. Κέκροπος ὀψόμεναι πολυήρατον·
  4. οὗ σέβας ἀρρήτων ἱερῶν, ἵνα
  5. μυστοδόκος δόμος
  6. ἐν τελεταῖς ἁγίαις ἀναδείκνυται,
  7. οὐρανίοις τε θεοῖς δωρήματα,
  8. ναοί θʼ ὑψερεφεῖς καὶ ἀγάλματα,
  9. καὶ πρόσοδοι μακάρων ἱερώταται,
  10. εὐστέφανοί τε θεῶν θυσίαι θαλίαι τε,
  11. παντοδαπαῖς ἐν ὥραις,
  12. ἦρί τʼ ἐπερχομένῳ Βρομία χάρις,
  13. εὐκελάδων τε χορῶν ἐρεθίσματα,
  14. καὶ μοῦσα βαρύβρομος αὐλῶν.
Στρεψιάδης
  1. πρὸς τοῦ Διὸς ἀντιβολῶ σε φράσον, τίνες εἴσʼ ὦ Σώκρατες αὗται
  2. αἱ φθεγξάμεναι τοῦτο τὸ σεμνόν; μῶν ἡρῷναί τινές εἰσιν;
Σωκράτης
  1. ἥκιστʼ ἀλλʼ οὐράνιαι Νεφέλαι μεγάλαι θεαὶ ἀνδράσιν ἀργοῖς·