Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οὐ γὰρ μὰ Δίʼ οἶσθʼ ὁτιὴ πλείστους αὗται βόσκουσι σοφιστάς,
  2. Θουριομάντεις ἰατροτέχνας σφραγιδονυχαργοκομήτας,
  3. κυκλίων τε χορῶν ᾀσματοκάμπτας ἄνδρας μετεωροφένακας,
  4. οὐδὲν δρῶντας βόσκουσʼ ἀργούς, ὅτι ταύτας μουσοποιοῦσιν.
Στρεψιάδης
  1. ταῦτʼ ἄρʼ ἐποίουν ὑγρᾶν Νεφελᾶν στρεπταιγλᾶν δάιον ὁρμάν,
  2. πλοκάμους θʼ ἑκατογκεφάλα Τυφῶ πρημαινούσας τε θυέλλας,
  3. εἶτʼ ἀερίας διεράς, γαμψοὺς οἰωνοὺς ἀερονηχεῖς,
  4. ὄμβρους θʼ ὑδάτων δροσερᾶν Νεφελᾶν· εἶτʼ ἀντʼ αὐτῶν κατέπινον
  5. κεστρᾶν τεμάχη μεγαλᾶν ἀγαθᾶν κρέα τʼ ὀρνίθεια κιχηλᾶν.
Σωκράτης
  1. διὰ μέντοι τάσδʼ οὐχὶ δικαίως;
Στρεψιάδης
  1. λέξον δή μοι, τί παθοῦσαι,
  2. εἴπερ νεφέλαι γʼ εἰσὶν ἀληθῶς, θνηταῖς εἴξασι γυναιξίν;
  3. οὐ γὰρ ἐκεῖναί γʼ εἰσὶ τοιαῦται.
Σωκράτης
  1. φέρε ποῖαι γάρ τινές εἰσιν;
Στρεψιάδης
  1. οὐκ οἶδα σαφῶς· εἴξασιν γοῦν ἐρίοισιν πεπταμένοισιν,
  2. κοὐχὶ γυναιξὶν μὰ Δίʼ οὐδʼ ὁτιοῦν· αὗται δὲ ῥῖνας ἔχουσιν.
Σωκράτης
  1. ἀπόκριναί νυν ἅττʼ ἂν ἔρωμαι.
Στρεψιάδης
  1. λέγε νυν ταχέως ὅ τι βούλει.
Σωκράτης
  1. ἤδη ποτʼ ἀναβλέψας εἶδες νεφέλην κενταύρῳ ὁμοίαν,