Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀέναοι Νεφέλαι
- ἀρθῶμεν φανεραὶ δροσερὰν φύσιν εὐάγητον,
- πατρὸς ἀπʼ Ὠκεανοῦ βαρυαχέος
- ὑψηλῶν ὀρέων κορυφὰς ἐπὶ
- δενδροκόμους, ἵνα
- τηλεφανεῖς σκοπιὰς ἀφορώμεθα,
- καρπούς τʼ ἀρδομέναν ἱερὰν χθόνα,
- καὶ ποταμῶν ζαθέων κελαδήματα,
- καὶ πόντον κελάδοντα βαρύβρομον·
- ὄμμα γὰρ αἰθέρος ἀκάματον σελαγεῖται
- μαρμαρέαις ἐν αὐγαῖς.
- ἀλλʼ ἀποσεισάμεναι νέφος ὄμβριον
- ἀθανάτας ἰδέας ἐπιδώμεθα
- τηλεσκόπῳ ὄμματι γαῖαν.
- ὦ μέγα σεμναὶ Νεφέλαι φανερῶς ἠκούσατέ μου καλέσαντος.
- ᾔσθου φωνῆς ἅμα καὶ βροντῆς μυκησαμένης θεοσέπτου;
- καὶ σέβομαί γʼ ὦ πολυτίμητοι καὶ βούλομαι ἀνταποπαρδεῖν
- πρὸς τὰς βροντάς· οὕτως αὐτὰς τετρεμαίνω καὶ πεφόβημαι·
- κεἰ θέμις ἐστίν, νυνί γʼ ἤδη, κεἰ μὴ θέμις ἐστί, χεσείω.