Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. μαρμαρέαις ἐν αὐγαῖς.
  2. ἀλλʼ ἀποσεισάμεναι νέφος ὄμβριον
  3. ἀθανάτας ἰδέας ἐπιδώμεθα
  4. τηλεσκόπῳ ὄμματι γαῖαν.
Σωκράτης
  1. ὦ μέγα σεμναὶ Νεφέλαι φανερῶς ἠκούσατέ μου καλέσαντος.
  2. ᾔσθου φωνῆς ἅμα καὶ βροντῆς μυκησαμένης θεοσέπτου;
Στρεψιάδης
  1. καὶ σέβομαί γʼ ὦ πολυτίμητοι καὶ βούλομαι ἀνταποπαρδεῖν
  2. πρὸς τὰς βροντάς· οὕτως αὐτὰς τετρεμαίνω καὶ πεφόβημαι·
  3. κεἰ θέμις ἐστίν, νυνί γʼ ἤδη, κεἰ μὴ θέμις ἐστί, χεσείω.
Σωκράτης
  1. οὐ μὴ σκώψει μηδὲ ποιήσεις ἅπερ οἱ τρυγοδαίμονες οὗτοι,
  2. ἀλλʼ εὐφήμει· μέγα γάρ τι θεῶν κινεῖται σμῆνος ἀοιδαῖς.
Χορός
  1. παρθένοι ὀμβροφόροι
  2. ἔλθωμεν λιπαρὰν χθόνα Παλλάδος, εὔανδρον γᾶν
  3. Κέκροπος ὀψόμεναι πολυήρατον·
  4. οὗ σέβας ἀρρήτων ἱερῶν, ἵνα
  5. μυστοδόκος δόμος
  6. ἐν τελεταῖς ἁγίαις ἀναδείκνυται,
  7. οὐρανίοις τε θεοῖς δωρήματα,
  8. ναοί θʼ ὑψερεφεῖς καὶ ἀγάλματα,
  9. καὶ πρόσοδοι μακάρων ἱερώταται,