Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- εὐστέφανοί τε θεῶν θυσίαι θαλίαι τε,
- παντοδαπαῖς ἐν ὥραις,
- ἦρί τʼ ἐπερχομένῳ Βρομία χάρις,
- εὐκελάδων τε χορῶν ἐρεθίσματα,
- καὶ μοῦσα βαρύβρομος αὐλῶν.
- πρὸς τοῦ Διὸς ἀντιβολῶ σε φράσον, τίνες εἴσʼ ὦ Σώκρατες αὗται
- αἱ φθεγξάμεναι τοῦτο τὸ σεμνόν; μῶν ἡρῷναί τινές εἰσιν;
- ἥκιστʼ ἀλλʼ οὐράνιαι Νεφέλαι μεγάλαι θεαὶ ἀνδράσιν ἀργοῖς·
- αἵπερ γνώμην καὶ διάλεξιν καὶ νοῦν ἡμῖν παρέχουσιν
- καὶ τερατείαν καὶ περίλεξιν καὶ κροῦσιν καὶ κατάληψιν.
- ταῦτʼ ἄρʼ ἀκούσασʼ αὐτῶν τὸ φθέγμʼ ἡ ψυχή μου πεπότηται,
- καὶ λεπτολογεῖν ἤδη ζητεῖ καὶ περὶ καπνοῦ στενολεσχεῖν,
- καὶ γνωμιδίῳ γνώμην νύξασʼ ἑτέρῳ λόγῳ ἀντιλογῆσαι·
- ὥστʼ εἴ πως ἔστιν ἰδεῖν αὐτὰς ἤδη φανερῶς ἐπιθυμῶ.
- βλέπε νυν δευρὶ πρὸς τὴν Πάρνηθʼ· ἤδη γὰρ ὁρῶ κατιούσας
- ἡσυχῇ αὐτάς.
- φέρε ποῦ; δεῖξον.
- χωροῦσʼ αὗται πάνυ πολλαὶ
- διὰ τῶν κοίλων καὶ τῶν δασέων, αὗται πλάγιαι.
- τί τὸ χρῆμα;