Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- λαμπρός τʼ Αἰθὴρ σεμναί τε θεαὶ Νεφέλαι βροντησικέραυνοι,
- ἄρθητε φάνητʼ ὦ δέσποιναι τῷ φροντιστῇ μετέωροι.
- μήπω μήπω γε πρὶν ἂν τουτὶ πτύξωμαι, μὴ καταβρεχθῶ.
- τὸ δὲ μηδὲ κυνῆν οἴκοθεν ἐλθεῖν ἐμὲ τὸν κακοδαίμονʼ ἔχοντα.
- ἔλθετε δῆτʼ ὦ πολυτίμητοι Νεφέλαι τῷδʼ εἰς ἐπίδειξιν·
- εἴτʼ ἐπʼ Ὀλύμπου κορυφαῖς ἱεραῖς χιονοβλήτοισι κάθησθε,
- εἴτʼ Ὠκεανοῦ πατρὸς ἐν κήποις ἱερὸν χορὸν ἵστατε Νύμφαις,
- εἴτʼ ἄρα Νείλου προχοαῖς ὑδάτων χρυσέαις ἀρύτεσθε πρόχοισιν,
- ἢ Μαιῶτιν λίμνην ἔχετʼ ἢ σκόπελον νιφόεντα Μίμαντος·
- ὑπακούσατε δεξάμεναι θυσίαν καὶ τοῖς ἱεροῖσι χαρεῖσαι.
- ἀέναοι Νεφέλαι
- ἀρθῶμεν φανεραὶ δροσερὰν φύσιν εὐάγητον,
- πατρὸς ἀπʼ Ὠκεανοῦ βαρυαχέος
- ὑψηλῶν ὀρέων κορυφὰς ἐπὶ
- δενδροκόμους, ἵνα
- τηλεφανεῖς σκοπιὰς ἀφορώμεθα,
- καρπούς τʼ ἀρδομέναν ἱερὰν χθόνα,
- καὶ ποταμῶν ζαθέων κελαδήματα,
- καὶ πόντον κελάδοντα βαρύβρομον·
- ὄμμα γὰρ αἰθέρος ἀκάματον σελαγεῖται