Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οὔκ, ἀλλὰ ταῦτα πάντα τοὺς τελουμένους
  2. ἡμεῖς ποιοῦμεν.
Στρεψιάδης
  1. εἶτα δὴ τί κερδανῶ;
Σωκράτης
  1. λέγειν γενήσει τρῖμμα κρόταλον παιπάλη.
  2. ἀλλʼ ἔχʼ ἀτρεμί.
Στρεψιάδης
  1. μὰ τὸν Δίʼ οὐ ψεύσει γέ με·
  2. καταπαττόμενος γὰρ παιπάλη γενήσομαι.
Σωκράτης
  1. εὐφημεῖν χρὴ τὸν πρεσβύτην καὶ τῆς εὐχῆς ἐπακούειν.
  2. ὦ δέσποτʼ ἄναξ ἀμέτρητʼ Ἀήρ, ὃς ἔχεις τὴν γῆν μετέωρον,
  3. λαμπρός τʼ Αἰθὴρ σεμναί τε θεαὶ Νεφέλαι βροντησικέραυνοι,
  4. ἄρθητε φάνητʼ ὦ δέσποιναι τῷ φροντιστῇ μετέωροι.
Στρεψιάδης
  1. μήπω μήπω γε πρὶν ἂν τουτὶ πτύξωμαι, μὴ καταβρεχθῶ.
  2. τὸ δὲ μηδὲ κυνῆν οἴκοθεν ἐλθεῖν ἐμὲ τὸν κακοδαίμονʼ ἔχοντα.
Σωκράτης
  1. ἔλθετε δῆτʼ ὦ πολυτίμητοι Νεφέλαι τῷδʼ εἰς ἐπίδειξιν·
  2. εἴτʼ ἐπʼ Ὀλύμπου κορυφαῖς ἱεραῖς χιονοβλήτοισι κάθησθε,
  3. εἴτʼ Ὠκεανοῦ πατρὸς ἐν κήποις ἱερὸν χορὸν ἵστατε Νύμφαις,
  4. εἴτʼ ἄρα Νείλου προχοαῖς ὑδάτων χρυσέαις ἀρύτεσθε πρόχοισιν,
  5. ἢ Μαιῶτιν λίμνην ἔχετʼ ἢ σκόπελον νιφόεντα Μίμαντος·
  6. ὑπακούσατε δεξάμεναι θυσίαν καὶ τοῖς ἱεροῖσι χαρεῖσαι.