Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἅττʼ ἐστὶν ὀρθῶς;
- νὴ Δίʼ εἴπερ ἔστι γε.
- καὶ ξυγγενέσθαι ταῖς Νεφέλαισιν ἐς λόγους,
- ταῖς ἡμετέραισι δαίμοσιν;
- μάλιστά γε.
- κάθιζε τοίνυν ἐπὶ τὸν ἱερὸν σκίμποδα.
- ἰδοὺ κάθημαι.
- τουτονὶ τοίνυν λαβὲ
- τὸν στέφανον.
- ἐπὶ τί στέφανον; οἴμοι Σώκρατες
- ὥσπερ με τὸν Ἀθάμανθʼ ὅπως μὴ θύσετε.
- οὔκ, ἀλλὰ ταῦτα πάντα τοὺς τελουμένους
- ἡμεῖς ποιοῦμεν.
- εἶτα δὴ τί κερδανῶ;
- λέγειν γενήσει τρῖμμα κρόταλον παιπάλη.
- ἀλλʼ ἔχʼ ἀτρεμί.
- μὰ τὸν Δίʼ οὐ ψεύσει γέ με·
- καταπαττόμενος γὰρ παιπάλη γενήσομαι.
- εὐφημεῖν χρὴ τὸν πρεσβύτην καὶ τῆς εὐχῆς ἐπακούειν.
- ὦ δέσποτʼ ἄναξ ἀμέτρητʼ Ἀήρ, ὃς ἔχεις τὴν γῆν μετέωρον,