Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἀλλά με δίδαξον τὸν ἕτερον τοῖν σοῖν λόγοιν,
  2. τὸν μηδὲν ἀποδιδόντα. μισθὸν δʼ ὅντινʼ ἂν
  3. πράττῃ μʼ ὀμοῦμαί σοι καταθήσειν τοὺς θεούς.
Σωκράτης
  1. ποίους θεοὺς ὀμεῖ σύ; πρῶτον γὰρ θεοὶ
  2. ἡμῖν νόμισμʼ οὐκ ἔστι.
Στρεψιάδης
  1. τῷ γὰρ ὄμνυτʼ; ἢ
  2. σιδαρέοισιν ὥσπερ ἐν Βυζαντίῳ;
Σωκράτης
  1. βούλει τὰ θεῖα πράγματʼ εἰδέναι σαφῶς
  2. ἅττʼ ἐστὶν ὀρθῶς;
Στρεψιάδης
  1. νὴ Δίʼ εἴπερ ἔστι γε.
Σωκράτης
  1. καὶ ξυγγενέσθαι ταῖς Νεφέλαισιν ἐς λόγους,
  2. ταῖς ἡμετέραισι δαίμοσιν;
Στρεψιάδης
  1. μάλιστά γε.
Σωκράτης
  1. κάθιζε τοίνυν ἐπὶ τὸν ἱερὸν σκίμποδα.
Στρεψιάδης
  1. ἰδοὺ κάθημαι.
Σωκράτης
  1. τουτονὶ τοίνυν λαβὲ
  2. τὸν στέφανον.
Στρεψιάδης
  1. ἐπὶ τί στέφανον; οἴμοι Σώκρατες
  2. ὥσπερ με τὸν Ἀθάμανθʼ ὅπως μὴ θύσετε.