Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἕλκει πρὸς αὑτὴν τὴν ἰκμάδα τῆς φροντίδος.
  2. πάσχει δὲ ταὐτὸ τοῦτο καὶ τὰ κάρδαμα.
Στρεψιάδης
  1. τί φῄς;
  2. ἡ φροντὶς ἕλκει τὴν ἰκμάδʼ ἐς τὰ κάρδαμα;
  3. ἴθι νυν κατάβηθʼ ὦ Σωκρατίδιον ὡς ἐμέ,
  4. ἵνα με διδάξῃς ὧνπερ οὕνεκʼ ἐλήλυθα.
Σωκράτης
  1. ἦλθες δὲ κατὰ τί;
Στρεψιάδης
  1. βουλόμενος μαθεῖν λέγειν.
  2. ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων
  3. ἄγομαι φέρομαι, τὰ χρήματʼ ἐνεχυράζομαι.
Σωκράτης
  1. πόθεν δʼ ὑπόχρεως σαυτὸν ἔλαθες γενόμενος;
Στρεψιάδης
  1. νόσος μʼ ἐπέτριψεν ἱππικὴ δεινὴ φαγεῖν.
  2. ἀλλά με δίδαξον τὸν ἕτερον τοῖν σοῖν λόγοιν,
  3. τὸν μηδὲν ἀποδιδόντα. μισθὸν δʼ ὅντινʼ ἂν
  4. πράττῃ μʼ ὀμοῦμαί σοι καταθήσειν τοὺς θεούς.
Σωκράτης
  1. ποίους θεοὺς ὀμεῖ σύ; πρῶτον γὰρ θεοὶ
  2. ἡμῖν νόμισμʼ οὐκ ἔστι.
Στρεψιάδης
  1. τῷ γὰρ ὄμνυτʼ; ἢ
  2. σιδαρέοισιν ὥσπερ ἐν Βυζαντίῳ;
Σωκράτης
  1. βούλει τὰ θεῖα πράγματʼ εἰδέναι σαφῶς