Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἀλλʼ οὐκ ἀπὸ τῆς γῆς, εἴπερ;
Σωκράτης
  1. οὐ γὰρ ἄν ποτε
  2. ἐξηῦρον ὀρθῶς τὰ μετέωρα πράγματα,
  3. εἰ μὴ κρεμάσας τὸ νόημα καὶ τὴν φροντίδα
  4. λεπτὴν καταμείξας ἐς τὸν ὅμοιον ἀέρα.
  5. εἰ δʼ ὢν χαμαὶ τἄνω κάτωθεν ἐσκόπουν,
  6. οὐκ ἄν ποθʼ ηὗρον· οὐ γὰρ ἀλλʼ ἡ γῆ βίᾳ
  7. ἕλκει πρὸς αὑτὴν τὴν ἰκμάδα τῆς φροντίδος.
  8. πάσχει δὲ ταὐτὸ τοῦτο καὶ τὰ κάρδαμα.
Στρεψιάδης
  1. τί φῄς;
  2. ἡ φροντὶς ἕλκει τὴν ἰκμάδʼ ἐς τὰ κάρδαμα;
  3. ἴθι νυν κατάβηθʼ ὦ Σωκρατίδιον ὡς ἐμέ,
  4. ἵνα με διδάξῃς ὧνπερ οὕνεκʼ ἐλήλυθα.
Σωκράτης
  1. ἦλθες δὲ κατὰ τί;
Στρεψιάδης
  1. βουλόμενος μαθεῖν λέγειν.
  2. ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων
  3. ἄγομαι φέρομαι, τὰ χρήματʼ ἐνεχυράζομαι.
Σωκράτης
  1. πόθεν δʼ ὑπόχρεως σαυτὸν ἔλαθες γενόμενος;
Στρεψιάδης
  1. νόσος μʼ ἐπέτριψεν ἱππικὴ δεινὴ φαγεῖν.