Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- φέρε τίς γὰρ οὗτος οὑπὶ τῆς κρεμάθρας ἀνήρ;
- αὐτός.
- τίς αὐτός;
- Σωκράτης.
- ὦ Σώκρατες.
- ἴθʼ οὗτος, ἀναβόησον αὐτόν μοι μέγα.
- αὐτὸς μὲν οὖν σὺ κάλεσον· οὐ γάρ μοι σχολή.
- ὦ Σώκρατες,
- ὦ Σωκρατίδιον.
- τί με καλεῖς ὦφήμερε;
- πρῶτον μὲν ὅ τι δρᾷς ἀντιβολῶ κάτειπέ μοι.
- ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον.
- ἔπειτʼ ἀπὸ ταρροῦ τοὺς θεοὺς ὑπερφρονεῖς,
- ἀλλʼ οὐκ ἀπὸ τῆς γῆς, εἴπερ;
- οὐ γὰρ ἄν ποτε
- ἐξηῦρον ὀρθῶς τὰ μετέωρα πράγματα,
- εἰ μὴ κρεμάσας τὸ νόημα καὶ τὴν φροντίδα
- λεπτὴν καταμείξας ἐς τὸν ὅμοιον ἀέρα.
- εἰ δʼ ὢν χαμαὶ τἄνω κάτωθεν ἐσκόπουν,
- οὐκ ἄν ποθʼ ηὗρον· οὐ γὰρ ἀλλʼ ἡ γῆ βίᾳ