Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. γῆν ἀναμετρῆσαι.
Στρεψιάδης
  1. πότερα τὴν κληρουχικήν;
Μαθητής
  1. οὔκ, ἀλλὰ τὴν σύμπασαν.
Στρεψιάδης
  1. ἀστεῖον λέγεις.
  2. τὸ γὰρ σόφισμα δημοτικὸν καὶ χρήσιμον.
Μαθητής
  1. αὕτη δέ σοι γῆς περίοδος πάσης. ὁρᾷς;
  2. αἵδε μὲν Ἀθῆναι.
Στρεψιάδης
  1. τί σὺ λέγεις; οὐ πείθομαι,
  2. ἐπεὶ δικαστὰς οὐχ ὁρῶ καθημένους.
Μαθητής
  1. ὡς τοῦτʼ ἀληθῶς Ἀττικὸν τὸ χωρίον.
Στρεψιάδης
  1. καὶ ποῦ Κικυννῆς εἰσὶν οὑμοὶ δημόται;
Μαθητής
  1. ἐνταῦθʼ ἔνεισιν. ἡ δέ γʼ Εὔβοἰ, ὡς ὁρᾷς,
  2. ἡδὶ παρατέταται μακρὰ πόρρω πάνυ.
Στρεψιάδης
  1. οἶδʼ· ὑπὸ γὰρ ἡμῶν παρετάθη καὶ Περικλέους.
  2. ἀλλʼ ἡ Λακεδαίμων ποῦ ʼσθʼ;
Μαθητής
  1. ὅπου ʼστίν; αὑτηί.
Στρεψιάδης
  1. ὡς ἐγγὺς ἡμῶν. τοῦτο πάνυ φροντίζετε,
  2. ταύτην ἀφʼ ἡμῶν ἀπαγαγεῖν πόρρω πάνυ.
Μαθητής
  1. ἀλλʼ οὐχ οἷόν τε.
Στρεψιάδης
  1. νὴ Δίʼ οἰμώξεσθʼ ἄρα.