Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τοῖς ἐκ Πύλου ληφθεῖσι τοῖς Λακωνικοῖς.
  2. ἀτὰρ τί ποτʼ ἐς τὴν γῆν βλέπουσιν οὑτοιί;
Μαθητής
  1. ζητοῦσιν οὗτοι τὰ κατὰ γῆς.
Στρεψιάδης
  1. βολβοὺς ἄρα
  2. ζητοῦσι. μή νυν τουτογὶ φροντίζετε·
  3. ἐγὼ γὰρ οἶδʼ ἵνʼ εἰσὶ μεγάλοι καὶ καλοί.
  4. τί γὰρ οἵδε δρῶσιν οἱ σφόδρʼ ἐγκεκυφότες;
Μαθητής
  1. οὗτοι δʼ ἐρεβοδιφῶσιν ὑπὸ τὸν Τάρταρον.
Στρεψιάδης
  1. τί δῆθʼ ὁ πρωκτὸς ἐς τὸν οὐρανὸν βλέπει;
Μαθητής
  1. αὐτὸς καθʼ αὑτὸν ἀστρονομεῖν διδάσκεται.
  2. ἀλλʼ εἴσιθʼ, ἵνα μὴ ʼκεῖνος ὑμῖν ἐπιτύχῃ.
Στρεψιάδης
  1. μήπω γε μήπω γʼ· ἀλλʼ ἐπιμεινάντων, ἵνα
  2. αὐτοῖσι κοινώσω τι πραγμάτιον ἐμόν.
Μαθητής
  1. ἀλλʼ οὐχ οἷόν τʼ αὐτοῖσι πρὸς τὸν ἀέρα
  2. ἔξω διατρίβειν πολὺν ἄγαν ἐστὶν χρόνον.
Στρεψιάδης
  1. πρὸς τῶν θεῶν τί γὰρ τάδʼ ἐστίν; εἰπέ μοι.
Μαθητής
  1. ἀστρονομία μὲν αὑτηί.
Στρεψιάδης
  1. τουτὶ δὲ τί;
Μαθητής
  1. γεωμετρία.
Στρεψιάδης
  1. τοῦτʼ οὖν τί ἐστι χρήσιμον;