Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. Στρεψιάδης
    1. ἰοὺ ἰού·
    2. ὦ Ζεῦ βασιλεῦ τὸ χρῆμα τῶν νυκτῶν ὅσον·
    3. ἀπέραντον. οὐδέποθʼ ἡμέρα γενήσεται;
    4. καὶ μὴν πάλαι γʼ ἀλεκτρυόνος ἤκουσʼ ἐγώ·
    5. οἱ δʼ οἰκέται ῥέγκουσιν· ἀλλʼ οὐκ ἂν πρὸ τοῦ.
    6. ἀπόλοιο δῆτʼ ὦ πόλεμε πολλῶν οὕνεκα,
    7. ὅτʼ οὐδὲ κολάσʼ ἔξεστί μοι τοὺς οἰκέτας.
    8. ἀλλʼ οὐδʼ ὁ χρηστὸς οὑτοσὶ νεανίας
    9. ἐγείρεται τῆς νυκτός, ἀλλὰ πέρδεται
    10. ἐν πέντε σισύραις ἐγκεκορδυλημένος.
    11. ἀλλʼ εἰ δοκεῖ ῥέγκωμεν ἐγκεκαλυμμένοι.
    12. ἀλλʼ οὐ δύναμαι δείλαιος εὕδειν δακνόμενος
    13. ὑπὸ τῆς δαπάνης καὶ τῆς φάτνης καὶ τῶν χρεῶν
    14. διὰ τουτονὶ τὸν υἱόν. ὁ δὲ κόμην ἔχων
    15. ἱππάζεταί τε καὶ ξυνωρικεύεται
    16. ὀνειροπολεῖ θʼ ἵππους· ἐγὼ δʼ ἀπόλλυμαι
    17. ὁρῶν ἄγουσαν τὴν σελήνην εἰκάδας·
    18. οἱ γὰρ τόκοι χωροῦσιν. ἅπτε παῖ λύχνον,
    19. κἄκφερε τὸ γραμματεῖον, ἵνʼ ἀναγνῶ λαβὼν