Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἦ ῥᾳδίως φεύγων ἂν ἀποφύγοι δίκην
- ὅστις δίοιδε τοὔντερον τῆς ἐμπίδος.
- πρώην δέ γε γνώμην μεγάλην ἀφῃρέθη
- ὑπʼ ἀσκαλαβώτου.
- τίνα τρόπον; κάτειπέ μοι.
- ζητοῦντος αὐτοῦ τῆς σελήνης τὰς ὁδοὺς
- καὶ τὰς περιφορὰς εἶτʼ ἄνω κεχηνότος
- ἀπὸ τῆς ὀροφῆς νύκτωρ γαλεώτης κατέχεσεν.
- ἥσθην γαλεώτῃ καταχέσαντι Σωκράτους.
- ἐχθὲς δέ γʼ ἡμῖν δεῖπνον οὐκ ἦν ἑσπέρας.
- εἶεν· τί οὖν πρὸς τἄλφιτʼ ἐπαλαμήσατο;
- κατὰ τῆς τραπέζης καταπάσας λεπτὴν τέφραν
- κάμψας ὀβελίσκον εἶτα διαβήτην λαβὼν
- ἐκ τῆς παλαίστρας θοἰμάτιον ὑφείλετο.
- τί δῆτʼ ἐκεῖνον τὸν Θαλῆν θαυμάζομεν;
- ἄνοιγʼ ἄνοιγʼ ἀνύσας τὸ φροντιστήριον,
- καὶ δεῖξον ὡς τάχιστά μοι τὸν Σωκράτη.
- μαθητιῶ γάρ· ἀλλʼ ἄνοιγε τὴν θύραν.
- ὦ Ἡράκλεις ταυτὶ ποδαπὰ τὰ θηρία;
- τί ἐθαύμασας; τῷ σοι δοκοῦσιν εἰκέναι;