Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- δεξιώτατα.
- κηρὸν διατήξας, εἶτα τὴν ψύλλαν λαβὼν
- ἐνέβαψεν ἐς τὸν κηρὸν αὐτῆς τὼ πόδε,
- κᾆτα ψυχείσῃ περιέφυσαν Περσικαί.
- ταύτας ὑπολύσας ἀνεμέτρει τὸ χωρίον.
- ὦ Ζεῦ βασιλεῦ τῆς λεπτότητος τῶν φρενῶν.
- τί δῆτʼ ἂν ἕτερον εἰ πύθοιο Σωκράτους
- φρόντισμα;
- ποῖον; ἀντιβολῶ κάτειπέ μοι.
- ἀνήρετʼ αὐτὸν Χαιρεφῶν ὁ Σφήττιος
- ὁπότερα τὴν γνώμην ἔχοι, τὰς ἐμπίδας
- κατὰ τὸ στόμʼ ᾄδειν ἢ κατὰ τοὐρροπύγιον.
- τί δῆτʼ ἐκεῖνος εἶπε περὶ τῆς ἐμπίδος;
- ἔφασκεν εἶναι τοὔντερον τῆς ἐμπίδος
- στενόν· διὰ λεπτοῦ δʼ ὄντος αὐτοῦ τὴν πνοὴν
- βίᾳ βαδίζειν εὐθὺ τοὐρροπυγίου·
- ἔπειτα κοῖλον πρὸς στενῷ προσκείμενον
- τὸν πρωκτὸν ἠχεῖν ὑπὸ βίας τοῦ πνεύματος.
- σάλπιγξ ὁ πρωκτός ἐστιν ἄρα τῶν ἐμπίδων.
- ὦ τρισμακάριος τοῦ διεντερεύματος.