Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- πῶς οὖν γέρων ὢν κἀπιλήσμων καὶ βραδὺς
- λόγων ἀκριβῶν σχινδαλάμους μαθήσομαι;
- ἰτητέον. τί ταῦτʼ ἔχων στραγγεύομαι,
- ἀλλʼ οὐχὶ κόπτω τὴν θύραν; παῖ παιδίον.
- βάλλʼ ἐς κόρακας· τίς ἐσθʼ ὁ κόψας τὴν θύραν;
- Φείδωνος υἱὸς Στρεψιάδης Κικυννόθεν.
- ἀμαθής γε νὴ Δίʼ ὅστις οὑτωσὶ σφόδρα
- ἀπεριμερίμνως τὴν θύραν λελάκτικας
- καὶ φροντίδʼ ἐξήμβλωκας ἐξηυρημένην.
- σύγγνωθί μοι· τηλοῦ γὰρ οἰκῶ τῶν ἀγρῶν.
- ἀλλʼ εἰπέ μοι τὸ πρᾶγμα τοὐξημβλωμένον.
- ἀλλʼ οὐ θέμις πλὴν τοῖς μαθηταῖσιν λέγειν.
- λέγε νυν ἐμοὶ θαρρῶν· ἐγὼ γὰρ οὑτοσὶ
- ἥκω μαθητὴς ἐς τὸ φροντιστήριον.
- λέξω. νομίσαι δὲ ταῦτα χρὴ μυστήρια.
- ἀνήρετʼ ἄρτι Χαιρεφῶντα Σωκράτης
- ψύλλαν ὁπόσους ἅλλοιτο τοὺς αὑτῆς πόδας·
- δακοῦσα γὰρ τοῦ Χαιρεφῶντος τὴν ὀφρῦν
- ἐπὶ τὴν κεφαλὴν τὴν Σωκράτους ἀφήλατο.
- πῶς δῆτα διεμέτρησε;