Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- οἴμοι παρανοίας· ὡς ἐμαινόμην ἄρα,
- ὅτʼ ἐξέβαλλον τοὺς θεοὺς διὰ Σωκράτη.
- ἀλλʼ ὦ φίλʼ Ἑρμῆ μηδαμῶς θύμαινέ μοι
- μηδέ μʼ ἐπιτρίψῃς, ἀλλὰ συγγνώμην ἔχε
- ἐμοῦ παρανοήσαντος ἀδολεσχίᾳ·
- καί μοι γενοῦ ξύμβουλος, εἴτʼ αὐτοὺς γραφὴν
- διωκάθω γραψάμενος εἴθʼ ὅ τι σοι δοκεῖ.
- ὀρθῶς παραινεῖς οὐκ ἐῶν δικορραφεῖν,
- ἀλλʼ ὡς τάχιστʼ ἐμπιμπράναι τὴν οἰκίαν
- τῶν ἀδολεσχῶν. δεῦρο δεῦρʼ ὦ Ξανθία,
- κλίμακα λαβὼν ἔξελθε καὶ σμινύην φέρων,
- κἄπειτʼ ἐπαναβὰς ἐπὶ τὸ φροντιστήριον
- τὸ τέγος κατάσκαπτʼ, εἰ φιλεῖς τὸν δεσπότην,
- ἕως ἂν αὐτοῖς ἐμβάλῃς τὴν οἰκίαν·
- ἐμοὶ δὲ δᾷδʼ ἐνεγκάτω τις ἡμμένην,
- κἀγώ τινʼ αὐτῶν τήμερον δοῦναι δίκην
- ἐμοὶ ποιήσω, κεἰ σφόδρʼ εἴσʼ ἀλαζόνες.
- ἰοὺ ἰού.
- σὸν ἔργον ὦ δᾲς ἱέναι πολλὴν φλόγα.