Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. γνῶμεν πονηρῶν ὄντʼ ἐραστὴν πραγμάτων,
  2. ἕως ἂν αὐτὸν ἐμβάλωμεν ἐς κακόν,
  3. ὅπως ἂν εἰδῇ τοὺς θεοὺς δεδοικέναι.
Στρεψιάδης
  1. ὤμοι πονηρά γʼ ὦ Νεφέλαι, δίκαια δέ.
  2. οὐ γάρ μʼ ἐχρῆν τὰ χρήμαθʼ ἁδανεισάμην
  3. ἀποστερεῖν. νῦν οὖν ὅπως ὦ φίλτατε
  4. τὸν Χαιρεφῶντα τὸν μιαρὸν καὶ Σωκράτη
  5. ἀπολεῖς μετʼ ἐμοῦ ʼλθών, οἳ σὲ κἄμʼ ἐξηπάτων.
Φειδιππίδης
  1. ἀλλʼ οὐκ ἂν ἀδικήσαιμι τοὺς διδασκάλους.
Στρεψιάδης
  1. ναὶ ναὶ καταιδέσθητι πατρῷον Δία.
Φειδιππίδης
  1. ἰδού γε Δία πατρῷον· ὡς ἀρχαῖος εἶ.
  2. Ζεὺς γάρ τις ἔστιν;
Στρεψιάδης
  1. ἔστιν.
Φειδιππίδης
  1. οὐκ ἔστʼ, οὔκ, ἐπεὶ
  2. Δῖνος βασιλεύει τὸν Δίʼ ἐξεληλακώς.
Στρεψιάδης
  1. οὐκ ἐξελήλακʼ, ἀλλʼ ἐγὼ τοῦτʼ ᾠόμην
  2. διὰ τουτονὶ τὸν δῖνον. οἴμοι δείλαιος
  3. ὅτε καὶ σὲ χυτρεοῦν ὄντα θεὸν ἡγησάμην.
Φειδιππίδης
  1. ἐνταῦθα σαυτῷ παραφρόνει καὶ φληνάφα.