Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἄνθρωπε, τί ποιεῖς;
Στρεψιάδης
  1. ὅ τι ποιῶ; τί δʼ ἄλλο γʼ ἢ
  2. διαλεπτολογοῦμαι ταῖς δοκοῖς τῆς οἰκίας;
Μαθητής Β
  1. οἴμοι τίς ἡμῶν πυρπολεῖ τὴν οἰκίαν;
Στρεψιάδης
  1. ἐκεῖνος οὗπερ θοἰμάτιον εἰλήφατε.
Μαθητής Γ
  1. ἀπολεῖς ἀπολεῖς.
Στρεψιάδης
  1. τοῦτʼ αὐτὸ γὰρ καὶ βούλομαι,
  2. ἢν ἡ σμινύη μοι μὴ προδῷ τὰς ἐλπίδας,
  3. ἢ ʼγὼ πρότερόν πως ἐκτραχηλισθῶ πεσών.
Σωκράτης
  1. οὗτος τί ποιεῖς ἐτεὸν οὑπὶ τοῦ τέγους;
Στρεψιάδης
  1. ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον.
Σωκράτης
  1. οἴμοι τάλας δείλαιος ἀποπνιγήσομαι.
Χαιρεφῶν
  1. ἐγὼ δὲ κακοδαίμων γε κατακαυθήσομαι.
Στρεψιάδης
  1. τί γὰρ μαθόντες τοὺς θεοὺς ὑβρίζετε,
  2. καὶ τῆς σελήνης ἐσκοπεῖσθε τὴν ἕδραν;
Ερμῆς
  1. δίωκε βάλλε παῖε, πολλῶν οὕνεκα,
  2. μάλιστα δʼ εἰδὼς τοὺς θεοὺς ὡς ἠδίκουν.
Χορός
  1. ἡγεῖσθʼ ἔξω· κεχόρευται γὰρ
  2. μετρίως τό γε τήμερον ἡμῖν.