Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- πῶς δή; δίδαξον γὰρ τί μʼ ἐκ τούτων ἐπωφελήσεις.
- τὴν μητέρʼ ὥσπερ καὶ σὲ τυπτήσω.
- τί φῄς, τί φῂς σύ;
- τοῦθʼ ἕτερον αὖ μεῖζον κακόν.
- τί δʼ ἢν ἔχων τὸν ἥττω
- λόγον σε νικήσω λέγων
- τὴν μητέρʼ ὡς τύπτειν χρεών;
- τί δʼ ἄλλο γʼ ἢν ταυτὶ ποιῇς,
- οὐδέν σε κωλύσει σεαυτὸν
- ἐμβαλεῖν ἐς τὸ βάραθρον
- μετὰ Σωκράτους
- καὶ τὸν λόγον τὸν ἥττω.
- ταυτὶ διʼ ὑμᾶς ὦ Νεθέλαι πέπονθʼ ἐγώ,
- ὑμῖν ἀναθεὶς ἅπαντα τἀμὰ πράγματα.
- αὐτὸς μὲν οὖν σαυτῷ σὺ τούτων αἴτιος,
- στρέψας σεαυτὸν ἐς πονηρὰ πράγματα.
- τί δῆτα ταῦτʼ οὔ μοι τότʼ ἠγορεύετε,
- ἀλλʼ ἄνδρʼ ἄγροικον καὶ γέροντʼ ἐπῄρετε;
- ἡμεῖς ποιοῦμεν ταῦθʼ ἑκάστοθʼ ὅταν τινὰ