Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἀφίεμεν, καὶ δίδομεν αὐτοῖς προῖκα συγκεκόφθαι.
  2. σκέψαι δὲ τοὺς ἀλεκτρυόνας καὶ τἄλλα τὰ βοτὰ ταυτί,
  3. ὡς τοὺς πατέρας ἀμύνεται· καίτοι τί διαφέρουσιν
  4. ἡμῶν ἐκεῖνοι, πλήν γʼ ὅτι ψηφίσματʼ οὐ γράφουσιν;
Στρεψιάδης
  1. τί δῆτʼ, ἐπειδὴ τοὺς ἀλεκτρυόνας ἅπαντα μιμεῖ,
  2. οὐκ ἐσθίεις καὶ τὴν κόπρον κἀπὶ ξύλου καθεύδεις;
Φειδιππίδης
  1. οὐ ταὐτὸν ὦ τᾶν ἐστίν, οὐδʼ ἂν Σωκράτει δοκοίη.
Στρεψιάδης
  1. πρὸς ταῦτα μὴ τύπτʼ· εἰ δὲ μή, σαυτόν ποτʼ αἰτιάσει.
Φειδιππίδης
  1. καὶ πῶς;
Στρεψιάδης
  1. ἐπεὶ σὲ μὲν δίκαιός εἰμʼ ἐγὼ κολάζειν,
  2. σὺ δʼ, ἢν γένηταί σοι, τὸν υἱόν.
Φειδιππίδης
  1. ἢν δὲ μὴ γένηται,
  2. μάτην ἐμοὶ κεκλαύσεται, σὺ δʼ ἐγχανὼν τεθνήξεις.
Στρεψιάδης
  1. ἐμοὶ μὲν ὦνδρες ἥλικες δοκεῖ λέγειν δίκαια·
  2. κἄμοιγε συγχωρεῖν δοκεῖ τούτοισι τἀπιεικῆ.
  3. κλάειν γὰρ ἡμᾶς εἰκός ἐστʼ, ἢν μὴ δίκαια δρῶμεν.
Φειδιππίδης
  1. σκέψαι δὲ χἀτέραν ἔτι γνώμην.
Στρεψιάδης
  1. ἀπὸ γὰρ
Φειδιππίδης
  1. καὶ μὴν ἴσως γʼ οὐκ ἀχθέσει παθὼν ἃ νῦν πέπονθας.