Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἐκεῖσε δʼ ὅθεν ἀπέσχισάς με τοῦ λόγου μέτειμι,
  2. καὶ πρῶτʼ ἐρήσομαί σε τουτί· παῖδά μʼ ὄντʼ ἔτυπτες;
Στρεψιάδης
  1. ἔγωγέ σʼ εὐνοῶν τε καὶ κηδόμενος.
Φειδιππίδης
  1. εἰπὲ δή μοι,
  2. οὐ κἀμέ σοι δίκαιόν ἐστιν εὐνοεῖν ὁμοίως
  3. τύπτειν τʼ, ἐπειδήπερ γε τοῦτʼ ἐστʼ εὐνοεῖν τὸ τύπτειν;
  4. πῶς γὰρ τὸ μὲν σὸν σῶμα χρὴ πληγῶν ἀθῷον εἶναι,
  5. τοὐμὸν δὲ μή; καὶ μὴν ἔφυν ἐλεύθερός γε κἀγώ.
  6. κλάουσι παῖδες, πατέρα δʼ οὐ κλάειν δοκεῖς; ---
  7. φήσεις νομίζεσθαι σὺ παιδὸς τοῦτο τοὔργον εἶναι·
  8. ἐγὼ δέ γʼ ἀντείποιμʼ ἂν ὡς δὶς παῖδες οἱ γέροντες·
  9. εἰκὸς δὲ μᾶλλον τοὺς γέροντας ἢ νέους τι κλάειν,
  10. ὅσῳπερ ἐξαμαρτάνειν ἧττον δίκαιον αὐτούς.
Στρεψιάδης
  1. ἀλλʼ οὐδαμοῦ νομίζεται τὸν πατέρα τοῦτο πάσχειν.
Φειδιππίδης
  1. οὔκουν ἀνὴρ ὁ τὸν νόμον θεὶς τοῦτον ἦν τὸ πρῶτον
  2. ὥσπερ σὺ κἀγώ, καὶ λέγων ἔπειθε τοὺς παλαιούς;
  3. ἧττόν τι δῆτʼ ἔξεστι κἀμοὶ καινὸν αὖ τὸ λοιπὸν
  4. θεῖναι νόμον τοῖς υἱέσιν, τοὺς πατέρας ἀντιτύπτειν;
  5. ὅσας δὲ πληγὰς εἴχομεν πρὶν τὸν νόμον τεθῆναι,