Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- θύραζέ μʼ, ἀλλὰ πνιγόμενος
- αὐτοῦ ʼποίησα κακκᾶν.
- οἶμαί γε τῶν νεωτέρων τὰς καρδίας
- πηδᾶν ὅ τι λέξει.
- εἰ γὰρ τοιαῦτά γʼ οὗτος ἐξειργασμένος
- λαλῶν ἀναπείσει,
- τὸ δέρμα τῶν γεραιτέρων λάβοιμεν ἂν
- ἀλλʼ οὐδʼ ἐρεβίνθου.
- σὸν ἔργον ὦ καινῶν ἐπῶν κινητὰ καὶ μοχλευτὰ
- πειθώ τινα ζητεῖν, ὅπως δόξεις λέγειν δίκαια.
- ὡς ἡδὺ καινοῖς πράγμασιν καὶ δεξιοῖς ὁμιλεῖν,
- καὶ τῶν καθεστώτων νόμων ὑπερφρονεῖν δύνασθαι.
- ἐγὼ γὰρ ὅτε μὲν ἱππικῇ τὸν νοῦν μόνῃ προσεῖχον,
- οὐδʼ ἂν τρίʼ εἰπεῖν ῥήμαθʼ οἷός τʼ ἦν πρὶν ἐξαμαρτεῖν·
- νυνὶ δʼ ἐπειδή μʼ οὑτοσὶ τούτων ἔπαυσεν αὐτός,
- γνώμαις δὲ λεπταῖς καὶ λόγοις ξύνειμι καὶ μερίμναις,
- οἶμαι διδάξειν ὡς δίκαιον τὸν πατέρα κολάζειν.
- ἵππευε τοίνυν νὴ Δίʼ, ὡς ἔμοιγε κρεῖττόν ἐστιν
- ἵππων τρέφειν τέθριππον ἢ τυπτόμενον ἐπιτριβῆναι.