Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀδελφὸς ὦλεξίκακε τὴν ὁμομητρίαν ἀδελφήν.
- κἀγὼ οὐκέτʼ ἐξηνεσχόμην, ἀλλʼ εὐθέως ἀράττω
- πολλοῖς κακοῖς καἰσχροῖσι· κᾆτʼ ἐντεῦθεν, οἷον εἰκός,
- ἔπος πρὸς ἔπος ἠρειδόμεσθʼ· εἶθʼ οὗτος ἐπαναπηδᾶ,
- κἄπειτʼ ἔφλα με κἀσπόδει κἄπνιγε κἀπέθλιβεν.
- οὔκουν δικαίως, ὅστις οὐκ Εὐριπίδην ἐπαινεῖς
- σοφώτατον;
- σοφώτατόν γʼ ἐκεῖνον·ὦ — τί σʼ εἴπω;
- ἀλλʼ αὖθις αὖ τυπτήσομαι.
- νὴ τὸν Δίʼ ἐν δίκῃ γʼ ἄν.
- καὶ πῶς δικαίως; ὅστις ὦ ʼναίσχυντέ σʼ ἐξέθρεψα,
- αἰσθανόμενός σου πάντα τραυλίζοντος, ὅ τι νοοίης.
- εἰ μέν γε βρῦν εἴποις, ἐγὼ γνοὺς ἂν πιεῖν ἐπέσχον·
- μαμμᾶν δʼ ἂν αἰτήσαντος ἧκόν σοι φέρων ἂν ἄρτον·
- κακκᾶν δʼ ἂν οὐκ ἔφθης φράσας, κἀγὼ λαβὼν θύραζε
- ἐξέφερον ἂν καὶ προὐσχόμην σε· σὺ δʼ ἐμὲ νῦν ἀπάγχων
- βοῶντα καὶ κεκραγόθʼ ὅτι
- χεζητιῴην, οὐκ ἔτλης
- ἔξω ʼξενεγκεῖν ὦ μιαρὲ