Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. καὶ μὴν ὅθεν γε πρῶτον ἠρξάμεσθα λοιδορεῖσθαι
  2. ἐγὼ φράσω· ʼπειδὴ γὰρ εἱστιώμεθʼ, ὥσπερ ἴστε,
  3. πρῶτον μὲν αὐτὸν τὴν λύραν λαβόντʼ ἐγὼ ʼκέλευσα
  4. ᾆσαι Σιμωνίδου μέλος, τὸν Κριὸν ὡς ἐπέχθη.
  5. ὁ δʼ εὐθέως ἀρχαῖον εἶνʼ ἔφασκε τὸ κιθαρίζειν
  6. ᾄδειν τε πίνονθʼ ὡσπερεὶ κάχρυς γυναῖκʼ ἀλοῦσαν.
Φειδιππίδης
  1. οὐ γὰρ τότʼ εὐθὺς χρῆν σʼ ἄρα τύπτεσθαί τε καὶ πατεῖσθαι,
  2. ᾄδειν κελεύονθʼ ὡσπερεὶ τέττιγας ἑστιῶντα;
Στρεψιάδης
  1. τοιαῦτα μέντοι καὶ τότʼ ἔλεγεν ἔνδον οἷάπερ νῦν,
  2. καὶ τὸν Σιμωνίδην ἔφασκʼ εἶναι κακὸν ποιητήν.
  3. κἀγὼ μόλις μὲν ἀλλʼ ὅμως ἠνεσχόμην τὸ πρῶτον·
  4. ἔπειτα δʼ ἐκέλευσʼ αὐτὸν ἀλλὰ μυρρίνην λαβόντα
  5. τῶν Αἰσχύλου λέξαι τί μοι· κᾆθʼ οὗτος εὐθὺς εἶπεν·
  6. ἐγὼ γὰρ Αἰσχύλον νομίζω πρῶτον ἐν ποιηταῖς,
  7. ψόφου πλέων ἀξύστατον στόμφακα κρημνοποιόν;
  8. κἀνταῦθα πῶς οἴεσθέ μου τὴν καρδίαν ὀρεχθεῖν;
  9. ὅμως δὲ τὸν θυμὸν δακὼν ἔφην, σὺ δʼ ἀλλὰ τούτων
  10. λέξον τι τῶν νεωτέρων, ἅττʼ ἐστὶ τὰ σοφὰ ταῦτα.
  11. ὁ δʼ εὐθὺς ᾖσʼ Εὐριπίδου ῥῆσίν τινʼ, ὡς ἐκίνει