Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. πολύ γε καὶ ῥᾳδίως.
  2. ἑλοῦ δʼ ὁπότερον τοῖν λόγοιν βούλει λέγειν.
Στρεψιάδης
  1. ποίοιν λόγοιν;
Φειδιππίδης
  1. τὸν κρείττονʼ ἢ τὸν ἥττονα.
Στρεψιάδης
  1. ἐδιδαξάμην μέντοι σε νὴ Δίʼ ὦ μέλε
  2. τοῖσιν δικαίοις ἀντιλέγειν, εἰ ταῦτά γε
  3. μέλλεις ἀναπείσειν, ὡς δίκαιον καὶ καλὸν
  4. τὸν πατέρα τύπτεσθʼ ἐστὶν ὑπὸ τῶν υἱέων.
Φειδιππίδης
  1. ἀλλʼ οἴομαι μέντοι σʼ ἀναπείσειν, ὥστε γε
  2. οὐδʼ αὐτὸς ἀκροασάμενος οὐδὲν ἀντερεῖς.
Στρεψιάδης
  1. καὶ μὴν ὅ τι καὶ λέξεις ἀκοῦσαι βούλομαι.
Χορός
  1. σὸν ἔργον ὦ πρεσβῦτα φροντίζειν ὅπῃ
  2. τὸν ἄνδρα κρατήσεις,
  3. ὡς οὗτος, εἰ μή τῳ ʼπεποίθειν, οὐκ ἂν ἦν
  4. οὕτως ἀκόλαστος.
  5. ἀλλʼ ἔσθʼ ὅτῳ θρασύνεται· δῆλόν γε τἀνθρώπου
  6. ʼσʼτὶ τὸ λῆμα.
Χορός
  1. ἀλλʼ ἐξ ὅτου τὸ πρῶτον ἤρξαθʼ ἡ μάχη γενέσθαι,
  2. ἤδη λέγειν χρὴ πρὸς χορόν· πάντως δὲ τοῦτο δράσεις.