Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ὦ γείτονες καὶ ξυγγενεῖς καὶ δημόται,
- ἀμυνάθετέ μοι τυπτομένῳ πάσῃ τέχνῃ.
- οἴμοι κακοδαίμων τῆς κεφαλῆς καὶ τῆς γνάθου.
- ὦ μιαρὲ τύπτεις τὸν πατέρα;
- φήμʼ ὦ πάτερ.
- ὁρᾶθʼ ὁμολογοῦνθʼ ὅτι με τύπτει.
- καὶ μάλα.
- ὦ μιαρὲ καὶ πατραλοῖα καὶ τοιχωρύχε.
- αὖθίς με ταὐτὰ ταῦτα καὶ πλείω λέγε.
- ἆρʼ οἶσθʼ ὅτι χαίρω πόλλʼ ἀκούων καὶ κακά;
- ὦ λακκόπρωκτε.
- πάττε πολλοῖς τοῖς ῥόδοις.
- τὸν πατέρα τύπτεις;
- κἀποφανῶ γε νὴ Δία
- ὡς ἐν δίκῃ σʼ ἔτυπτον.
- ὦ μιαρώτατε,
- καὶ πῶς γένοιτʼ ἂν πατέρα τύπτειν ἐν δίκῃ;
- ἔγωγʼ ἀποδείξω καί σε νικήσω λέγων.
- τουτὶ σὺ νικήσεις;