Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. φεύγεις; ἔμελλόν σʼ ἆρα κινήσειν ἐγὼ
  2. αὐτοῖς τροχοῖς τοῖς σοῖσι καὶ ξυνωρίσιν.
Χορός
  1. οἷον τὸ πραγμάτων ἐρᾶν φλαύρων· ὁ γὰρ
  2. γέρων ὅδʼ ἐρασθεὶς
  3. ἀποστερῆσαι βούλεται
  4. τὰ χρήμαθʼ ἁδανείσατο·
  5. κοὐκ ἔσθʼ ὅπως οὐ τήμερον
  6. λήψεταί τι πρᾶγμʼ, ὃ τοῦτον
  7. ποιήσει τὸν σοφιστὴν ἴσως,
  8. ἀνθʼ ὧν πανουργεῖν ἤρξατʼ, ἐξαίφνης λαβεῖν κακόν τι.
Χορός
  1. οἶμαι γὰρ αὐτὸν αὐτίχʼ εὑρήσειν ὅπερ
  2. πάλαι ποτʼ †ἐπεζήτει†
  3. εἶναι τὸν υἱὸν δεινόν οἱ
  4. γνώμας ἐναντίας λέγειν
  5. τοῖσιν δικαίοις, ὥστε νικᾶν
  6. ἅπαντας οἷσπερ ἂν
  7. ξυγγένηται, κἂν λέγῃ παμπόνηρʼ.
  8. ἴσως δʼ ἴσως βουλήσεται κἄφωνον αὐτὸν εἶναι.
Στρεψιάδης
  1. ἰοὺ ἰού.