Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἀνθʼ ὧν πανουργεῖν ἤρξατʼ, ἐξαίφνης λαβεῖν κακόν τι.
Χορός
  1. οἶμαι γὰρ αὐτὸν αὐτίχʼ εὑρήσειν ὅπερ
  2. πάλαι ποτʼ †ἐπεζήτει†
  3. εἶναι τὸν υἱὸν δεινόν οἱ
  4. γνώμας ἐναντίας λέγειν
  5. τοῖσιν δικαίοις, ὥστε νικᾶν
  6. ἅπαντας οἷσπερ ἂν
  7. ξυγγένηται, κἂν λέγῃ παμπόνηρʼ.
  8. ἴσως δʼ ἴσως βουλήσεται κἄφωνον αὐτὸν εἶναι.
Στρεψιάδης
  1. ἰοὺ ἰού.
  2. ὦ γείτονες καὶ ξυγγενεῖς καὶ δημόται,
  3. ἀμυνάθετέ μοι τυπτομένῳ πάσῃ τέχνῃ.
  4. οἴμοι κακοδαίμων τῆς κεφαλῆς καὶ τῆς γνάθου.
  5. ὦ μιαρὲ τύπτεις τὸν πατέρα;
Φειδιππίδης
  1. φήμʼ ὦ πάτερ.
Στρεψιάδης
  1. ὁρᾶθʼ ὁμολογοῦνθʼ ὅτι με τύπτει.
Φειδιππίδης
  1. καὶ μάλα.
Στρεψιάδης
  1. ὦ μιαρὲ καὶ πατραλοῖα καὶ τοιχωρύχε.
Φειδιππίδης
  1. αὖθίς με ταὐτὰ ταῦτα καὶ πλείω λέγε.
  2. ἆρʼ οἶσθʼ ὅτι χαίρω πόλλʼ ἀκούων καὶ κακά;