Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὦ λακκόπρωκτε.
Φειδιππίδης
  1. πάττε πολλοῖς τοῖς ῥόδοις.
Στρεψιάδης
  1. τὸν πατέρα τύπτεις;
Φειδιππίδης
  1. κἀποφανῶ γε νὴ Δία
  2. ὡς ἐν δίκῃ σʼ ἔτυπτον.
Στρεψιάδης
  1. ὦ μιαρώτατε,
  2. καὶ πῶς γένοιτʼ ἂν πατέρα τύπτειν ἐν δίκῃ;
Φειδιππίδης
  1. ἔγωγʼ ἀποδείξω καί σε νικήσω λέγων.
Στρεψιάδης
  1. τουτὶ σὺ νικήσεις;
Φειδιππίδης
  1. πολύ γε καὶ ῥᾳδίως.
  2. ἑλοῦ δʼ ὁπότερον τοῖν λόγοιν βούλει λέγειν.
Στρεψιάδης
  1. ποίοιν λόγοιν;
Φειδιππίδης
  1. τὸν κρείττονʼ ἢ τὸν ἥττονα.
Στρεψιάδης
  1. ἐδιδαξάμην μέντοι σε νὴ Δίʼ ὦ μέλε
  2. τοῖσιν δικαίοις ἀντιλέγειν, εἰ ταῦτά γε
  3. μέλλεις ἀναπείσειν, ὡς δίκαιον καὶ καλὸν
  4. τὸν πατέρα τύπτεσθʼ ἐστὶν ὑπὸ τῶν υἱέων.
Φειδιππίδης
  1. ἀλλʼ οἴομαι μέντοι σʼ ἀναπείσειν, ὥστε γε
  2. οὐδʼ αὐτὸς ἀκροασάμενος οὐδὲν ἀντερεῖς.
Στρεψιάδης
  1. καὶ μὴν ὅ τι καὶ λέξεις ἀκοῦσαι βούλομαι.