Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- κᾆτα πῶς
- αὕτη μὲν ὦ κακόδαιμον οὐδὲν γίγνεται
- ἐπιρρεόντων τῶν ποταμῶν πλείων, σὺ δὲ
- ζητεῖς ποιῆσαι τἀργύριον πλεῖον τὸ σόν;
- οὐκ ἀποδιώξει σαυτὸν ἀπὸ τῆς οἰκίας;
- φέρε μοι τὸ κέντρον.
- ταῦτʼ ἐγὼ μαρτύρομαι.
- ὕπαγε. τί μέλλεις; οὐκ ἐλᾷς ὦ σαμφόρα;
- ταῦτʼ οὐχ ὕβρις δῆτʼ ἐστίν;
- ᾄξεις; ἐπιαλῶ
- κεντῶν ὑπὸ τὸν πρωκτόν σε τὸν σειραφόρον.
- φεύγεις; ἔμελλόν σʼ ἆρα κινήσειν ἐγὼ
- αὐτοῖς τροχοῖς τοῖς σοῖσι καὶ ξυνωρίσιν.
- οἷον τὸ πραγμάτων ἐρᾶν φλαύρων· ὁ γὰρ
- γέρων ὅδʼ ἐρασθεὶς
- ἀποστερῆσαι βούλεται
- τὰ χρήμαθʼ ἁδανείσατο·
- κοὐκ ἔσθʼ ὅπως οὐ τήμερον
- λήψεταί τι πρᾶγμʼ, ὃ τοῦτον
- ποιήσει τὸν σοφιστὴν ἴσως,